Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.207 Joseph. AJ 17.212 (English) >>Joseph. AJ 17.216

17.210

Καὶ μὲν ταῦτα ὑπειπὼν καὶ διδάξας τὸν στρατηγὸν ἐκπέμπει πρὸς αὐτούς. οἱ δὲ βοῶντες λέγειν τε οὐκ εἴων καὶ εἰς κίνδυνον τοῦ ἀπολουμένου ἐκεῖνόν τε καθίστασαν καὶ τῶν ἄλλων ὅστις γε ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τοῦ μὴ τοιῶνδε ὀριγνᾶσθαι τολμήσειν φθέγξασθαι φανερὸς ἦν διὰ τὸ πάντα βουλήσει τῇ αὐτῶν μᾶλλον ἐξουσίᾳ τῶν ἐφεστηκότων συγχωρεῖν, 17.211δεινὸν ἡγούμενοι, εἰ ζῶντός τε Ἡρώδου στερηθεῖεν τῶν φιλτάτων καὶ τελευτῆς αὐτῷ γενομένης τιμωριῶν τῶν ἐπʼ αὐτοῖς, ὠργηκότες ταῖς γνώμαις καὶ νόμιμόν τε καὶ δίκαιον ἡγούμενοι τι μελλήσοι ἡδονὴν αὐτοῖς φέρειν, κίνδυνον δὲ τὸν ἀπʼ αὐτοῦ προϊδέσθαι τε ἀμαθεῖς καὶ εἴ τῳ ὑποπτευθείη, ὑπερβολῆς αὐτῷ γενομένης τῆς παραχρῆμα ἡδονῆς ἐκ τοῦ τιμωρήσασθαι τοὺς ἐχθίστους δοκοῦντας αὐτοῖς. 17.212πολλῶν δὲ ὑπὸ Ἀρχελάου πεμπομένων, οἳ διαλέξοιντο αὐτοῖς, τῶν τε ἐνεστώτων μὲν ὑπʼ ἐκείνου γνώμῃ δὲ τῇ αὐτῶν δοκεῖν παριόντων, ὅπως εἰς τὸ πραΰτερον καταστήσονται αὐτούς, οὐδενὸς ἠνείχοντο εἰπεῖν ἀνάστασίς τε ἦν δεύειν ὀργῇ χρωμένων, φανεροί τε ἦσαν ἐπὶ μέγα αὐξήσοντες τὴν στάσιν πλήθους ἐπισυρρυέντος αὐτοῖς. 17.213

Ἐνστάσης δὲ κατὰ τόνδε τὸν καιρὸν ἑορτῆς, ἐν Ἰουδαίοις ἄζυμα προτίθεσθαι πάτριον· φάσκα δʼ ἑορτὴ καλεῖται ὑπόμνημα οὖσα τῆς ἐξ Αἰγύπτου ἀπάρσεως αὐτῶν γενομένης, καὶ θύουσιν αὐτὴν προθύμως πλῆθός τε ἱερείων ὡς οὐκ ἐν ἄλλῃ κατακόπτειν ἐστὶν αὐτοῖς νόμιμον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.207 Joseph. AJ 17.212 (English) >>Joseph. AJ 17.216

Powered by PhiloLogic